TLG 0623 001 :: CRATETIS EPISTULAE :: Epistulae

CRATETIS EPISTULAE Epist.
(Incertum)

Cf. et CRATES Poet. Phil. (0336)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 208–217.

Citation: Epistle — section — (line)

1

.

1

(t)

Ἱππαρχίᾳ.
1 Ἐπάνηκε ταχέως. ἔτι δύνασαι Διογένην καταλα‐ βεῖν ζῶντα (ἐγγὺς γὰρ ἤδη ἐστὶ τῆς τοῦ βίου τελευτῆς, χθές γέ τοι παρὰ τοσοῦτον ἐξέπνευσεν), ἵνα καὶ ἀσπάσῃ αὐτὸν τὸ ἔσχατον ἄσπασμα καὶ γνῷς ὅσον δύναται καὶ
5ἐν τοῖς φοβερωτάτοις φιλοσοφία.

2

.

1

(t)

Τοῖς ἑταίροις.
1 Μὴ πάντας αἰτεῖτε τὰ ἀναγκαῖα, μηδὲ παρὰ πάντων τὰ διδόμενα δέχεσθε (οὐ γὰρ θεμιτὸν ἀρετὴν ὑπὸ κακίας τρέφεσθαι), μόνους δὲ καὶ παρὰ μόνων τῶν μεμυη‐ μένων φιλοσοφίαν, καὶ ὑμῖν ἐξέσται ἀπαιτεῖν τὰ ἴδια
5καὶ μὴ δοκεῖν αἰτεῖν τὰ ἀλλότρια.

3

.

1

(t)

Τοῖς αὐτοῖς.
1 Μελέτω ὑμῖν τῆς ψυχῆς, τοῦ δὲ σώματος ὅσον ἀνάγκη, τῶν δ’ ἔξωθεν μηδ’ ὅσον· εὐδαιμονία γὰρ οὐχ ἡδονή, δι’ ἣν τῶν ἐκτὸς χρεία, ἀρετὴ δὲ μετ’ οὐδενὸς τῶν ἐκτὸς τελεία.

4

.

1

(t)

Ἑρμαΐσκῳ.
1 Εἴθ’ αἱρετὸν πόνος, εἴτε φευκτόν, πόνει, ἵνα μὴ πονῇς· διὰ γὰρ τοῦ μὴ πονεῖν οὐ φεύγεται πόνος, τῷ δὲ ἐναντίῳ καὶ διώκεται.

5

.

1

(t)

Τοῖς ἑταίροις.
1 Καλὸν νόμος, ἀλλ’ οὐ κρείττων φιλοσοφίας· ὃ μὲν γὰρ βιάζεται μὴ ἀδικεῖν, ἣ δὲ διδάσκει. ὅσῳ δὲ χεῖρόν ἐστιν ἀνάγκῃ τι ποιεῖν τοῦ ἑκουσίως, τοσούτῳ καὶ νόμος φιλοσοφίας, ὥστε διὰ ταῦτα φιλοσοφεῖτε καὶ μὴ
5πολιτεύεσθε. κρεῖττον γὰρ δι’ οὗ διδάσκονται ἄν‐ θρωποι δικαιοπραγεῖν ἐπίστασθαι ἢ δι’ οὗ ἀναγκάζονται μὴ ἀδικεῖν.

6

.

1

(t)

Τοῖς αὐτοῖς.
1 Φιλοσοφεῖτε πολλάκις ἢ ἀναπνεῖτε (αἱρετώτερον γὰρ τὸ εὖ ζῆν, ὃ ποιεῖ φιλοσοφία, τοῦ ζῆν, ὃ ποιεῖ ἀναπνοή), καὶ μὴ ὡς οἱ ἄλλοι, ἀλλ’ ὡς ἤρξατο μὲν
Ἀντισθένης, ἐτελείωσε δὲ Διογένης. εἰ δὲ δύσκολον208
5τὸ ὧδε φιλοσοφεῖν, ἀλλὰ συντομώτερον. πρὸς δὲ εὐ‐ δαιμονίαν, ὡς ἔλεγε Διογένης, κἂν διὰ πυρὸς βαδι‐ στέον.

7

.

1

(t)

Τοῖς πλουσίοις.
1 Ἀπάγξασθε, ὅτι θέρμους καὶ ἰσχάδας καὶ ὕδωρ ἔχοντες καὶ ἐξωμίδας Μεγαρικὰς πλεῖτε καὶ πολλὰ γεωργεῖτε καὶ προδίδοτε καὶ τυραννεῖτε καὶ φονεύετε καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι ποιεῖτε, δέον ἠρεμεῖν. ἡμεῖς δὲ εἰρήνην
5ἄγομεν τὴν πᾶσαν, παντὸς κακοῦ ἐλεύθεροι γενόμενοι ὑπὸ τοῦ Σινωπέως Διογένους, καὶ ἔχοντες μηδὲν πάντ’ ἔχομεν, ὑμεῖς δὲ πάντ’ ἔχοντες οὐδὲν ἔχετε διὰ φιλο‐ νεικίαν καὶ φθόνον καὶ φόβον καὶ κενοδοξίαν.

8

.

1

(t)

Διογένει.
1 Ἀπὸ μὲν δὴ τοῦ πλούτου ἤδη ἐλευθεριάζομεν, ἡ δὲ δόξα ἡμᾶς οὐδέπω ἔτι καὶ νῦν μεθίεται τῆς δου‐ λείας, καίτοι νὴ τὸν Ἡρακλέα ἡμῶν πάντα ποιούντων εἰς τὸ ἀφεθῆναι παρ’ αὐτῆς. ἄλλως δὲ καὶ τῆσδε ἐμαυτὸν
5τῆς δεσποίνης λυτρώσομαι καὶ πλεύσομαι Ἀθήναζε φέρων σοι δωρεὰν ἀντὶ τῆς ἐλευθερίας, εἰς ἣν ἐξείλετο ἡμᾶς ὁ παρὰ σοῦ λόγος, ἐμαυτὸν κρείττονα τῶν πάντων κτημάτων.

9

.

1

(t)

Μνασοῖ.
1 Μὴ ἀπέχου τοῦ καλλίστου κόσμου, ἀλλὰ κόσμει σαυτὴν ἑκάστης ἡμέρας, ἵνα διαφέρουσα ᾖς. κάλλι‐ στος δὲ κόσμος ἐστὶν ὁ κάλλιστα κοσμῶν, κάλλιστα δὲ κοσμεῖ ὁ κοσμιωτάτην ποιῶν, κοσμιωτάτην δὲ ποιεῖ
5κοσμιότης, ᾗ μοι δοκοῦσι καὶ ἡ Πηνελόπη καὶ ἡ Ἄλ‐ κηστις κεκοσμῆσθαι καὶ ἔτι καὶ νῦν ἐπ’ ἀρετῇ ὑμνεῖ‐ σθαι καὶ τιμᾶσθαι. ἵν’ οὖν καὶ σὺ ταύταις ἐνάμιλλος γένῃ, πειρῶ τούτων ἀντέχεσθαι τῶν παραινουμένων.

10

.

1

(t)

Λύσιδι.
1 Ἀκήκοά σε, ὦ Λῦσι, ἀπὸ τοῦ ἀγῶνος τοῦ ἐν Ἐρε‐ τρίᾳ συνεχῶς μεθύσκεσθαι. εἰ δὲ ταῦτά ἐστιν ἀληθῆ, πάρεστί γέ σοι μὴ καταφρονῆσαι ὧν Ὅμηρος ὁ σοφὸς λέγει. φησὶ γάρ «οἶνος καὶ κένταυρον ἀγακλυτὸν
5Εὐρυτίωνα ἄασε» καὶ Κύκλωπα ὑπὲρ ἄνθρωπον καὶ τὸ μέγεθος καὶ τὴν ἰσχὺν φοροῦντα. εἰ οὖν καὶ τοὺς ἰσχυροτέρους καὶ μείζους ἡμῶν κακῶς διατίθησι, πῶς οἴει ἡμᾶς αὐτὸν διαθήσειν; οἶμαι μὲν γὰρ ἀθλίως. ὅπως οὖν μὴ γένηται μηδὲν δυσχερὲς ἀπ’ αὐτοῦ, πα‐
10ραινῶ σοι μαθόντα εὐχρήστως αὐτῷ χρῆσθαι.

10

.

2

ὡς ἄτοπόν ἐστι, τῷ μὲν πλήκτρῳ μὴ εἴκειν οἴεσθαι δεῖν, ὃ τοὺς χρωμένους αὐτῷ καλῶς οὐκ ἐξίστησι τῶν φρενῶν οὐδ’ εἰς μανίαν ἐμβάλλει, τῷ δὲ οἴνῳ οἴεσθαι εἴκειν
5δεῖν καὶ χρῆσθαι αὐτῷ ** ἢ τῷ πλήκτρῳ ἀποβαίνει τοσοῦτον μεῖζον ** καὶ τὴν μελέτην αὐτοῦ ποιητέον. πειρῶ δὴ τοῖς ἐγκρατέσι τῶν ἀνδρῶν ὁμιλῶν ἐγκρατῶς
χρῆσθαι μανθάνειν, ὅπως ἂν τό γε δῶρον τοῦ θεοῦ μὴ ἀτιμάζοντι εἰς κεφαλήν σοι γένηται, ἀλλὰ τιμῶντι209
10ἡδοναὶ ἀμεταμέλητοι καὶ ὠφέλειαί σοι ἀπ’ αὐτοῦ ὦσιν, ὅταν ἄλλως πᾶς μετ’ ἐγκρατείας περαινομένας εὐσχη‐ μόνως σε καὶ δικαίως ποιῇ βιοτεύειν, μηδὲν ἄσχημον μηδὲ φαῦλον ἐν τῷ βίῳ διαπραττόμενον, ἀλλὰ πάντα τὰ δίκαια λέγοντα καὶ πράττοντα.

10

.

3

ὧν παρουσίᾳ ἄνθρωποι λέγονται τρισευδαίμονες γίνεσθαι, τρισσῶν αὐτοῖς ἀγαθῶν πληθυνόντων ἐν τῷ βίῳ· οἷς γὰρ τά τε περὶ ψυχὴν ἐγκρατῶς διάκειται, τά τε περὶ τὸ σῶμα
5ὑγιεινῶς, τά τε περὶ κτῆσιν αὐτάρκως, πῶς ἂν οὐ τρισευδαίμονες εἶεν; ὅπως οὖν τούτων τῶν ἀγαθῶν ἀπο‐ λαύῃς, παραινῶ σοι μὴ ὀλιγωρεῖν τῶν ἐπεσταλμένων.

11

.

1

(t)

Τοῖς ἑταίροις.
1 Ἀσκεῖτε ὀλίγων δεηθῆναι (τοῦτο γὰρ ἐγγυτάτω θεοῦ, τὸ δ’ ἐναντίον μακροτάτω), καὶ ὑμῖν ἐξέσται μέσοις γενομένοις θεῶν καὶ ἀλόγων ζῴων τῷ κρείττονι γένει καὶ μὴ τῷ χείρονι ὁμοίους γενέσθαι.

12

.

1

(t)

Ὠρίωνι.
1 Οὐ ποιεῖ ἀγρὸς σπουδαίους, οὐδὲ ἄστυ φαύλους, ἀλλ’ αἱ σὺν τοῖς ἀγαθοῖς καὶ κακοῖς διατριβαί. ὥστ’ εἰ βούλει ἀγαθοὺς καὶ μὴ κακοὺς γενέσθαι σοι τοὺς παῖδας, πέμπε μὴ εἰς ἀγρόν, ἀλλ’ εἰς φιλοσόφου, ἵνα
5καὶ αὐτοὶ βαδίζοντες τὰ καλὰ ἐμάθομεν. ἀσκητὸν γὰρ ἀρετὴ καὶ οὐκ αὐτόματος ἐμβαίνει τῇ ψυχῇ ὥσπερ κακία.

13

.

1

(t)

Εὐμόλπῳ.
1 Ἄδοξος στολὴ Διογένειος, ἀλλ’ ἀσφαλής, καὶ πι‐ στότερος ὁ χρώμενος αὐτῇ τῶν τὰ Καρχηδονίων φο‐ ρούντων· καὶ λιτὸς ὁ βίος, ἀλλ’ ὑγιεινότερος τοῦ Περ‐ σικοῦ· καὶ ἐπίπονος ἡ διαγωγή, ἀλλ’ ἐλευθεριωτέρα
5τῆς Σαρδαναπάλλου. ὥστε εἰ κρεῖττον τὸ ἀσφαλὲς τῆς Καρχηδονίας στολῆς καὶ ὑγίεια τοῦ λαμπροῦ βίου καὶ ἐλευθερία τῆς ἐπονειδίστου διαγωγῆς, καὶ ἡ ταῦτα φιλοσοφία ποιοῦσα τῶν πάντων ἐστὶ κρείττων, καὶ εἰ μὴ ἡ κατ’ ἄλλους, ἀλλ’ ἡ κατὰ Διογένην τὸν εὑρόμενον
10τὴν σύντομον ὁδὸν ἐπ’ εὐδαιμονίαν.

14

.

1

(t)

Τοῖς νέοις.
1 Ἐθίζεσθε ἐσθίειν μᾶζαν καὶ πίνειν ὕδωρ, ἰχθύος δὲ καὶ οἴνου μὴ γεύεσθε· ταῦτα γὰρ τοὺς μὲν γέροντας ἀποθηριοῖ ὥσπερ τὰ παρὰ τῆς Κίρκης φάρμακα, τοὺς δὲ νέους ἀποθηλύνει.

15

.

1

(t)

Τοῖς ἑταίροις.
1 Φεύγετε μὴ μόνον τὰ τέλη τῶν κακῶν, ἀδικίαν καὶ ἀκρασίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τὰς ἡδονάς· μόναις γὰρ ταύταις καὶ παρούσαις καὶ ἐλπιζομέναις
ἐνατενιεῖτε, ἄλλῳ δὲ οὐδενί. καὶ διώκετε μὴ μόνον210
5τὰ τέλη τῶν ἀγαθῶν, ἐγκράτειαν καὶ καρτερίαν, ἀλλὰ καὶ τὰ τούτων ποιητικά, τοὺς πόνους, καὶ μὴ διὰ τὸ τραχὺ αὐτῶν φεύγετε· οὐ γὰρ μεγάλῳ τινὶ ἀντικαταλ‐ λάξετε κρείττω, ἀλλ’ ὅσῳ γε χάλκεα χρυσείων πόνων πρὸς ἀρετήν.

16

.

1

(t)

Τοῖς ἑταίροις.
1 Ἡ μὲν κυνικὴ φιλοσοφία ἐστὶν ἡ Διογένειος, ὁ δὲ κύων ὁ κατὰ ταύτην πονῶν, τὸ δὲ κυνίζειν τὸ συντόμως φιλοσοφεῖν. ὥστε μὴ φοβεῖσθε τὸ ὄνομα, μηδὲ διὰ ταῦτα φεύγετε τὸν τρίβωνα καὶ τὴν πήραν, τὰ θεῶν
5ὅπλα· συντόμως γὰρ ἐκφέρεται τοῖς διὰ τὸ ἦθος τι‐ μίοις. ὥσπερ οὖν, εἰ ἀγαθοί, οὐκ ἂν κακοὶ λεγόμενοι ἠσχάλλετε, οὕτως μηδὲ νυνί, ὅτε καὶ τὸ φιλοσοφεῖν συντόμως κυνίζειν λέγεται καὶ ὁ ὧδε φιλοσοφῶν κύων καὶ ἡ φιλοσοφία κυνική· δόξα γὰρ τὸ ὅλον τοῦτο. δόξῃ
10δὲ καὶ ἀδοξίᾳ δουλεύειν, καὶ τοῦτ’ ἐν σκιαῖς, ὥς φασι, τοῖς ὀνόμασι, πάντων χαλεπώτατον. πειρᾶσθε οὖν καὶ τούτων καὶ τῶν ὁμοίων καταφρονεῖν.

17

.

1

(t)

Τοῖς αὐτοῖς.
1 Οἱ μὲν ἰατροὶ μίαν ἔγραψαν κοιλιακὴν διάθεσιν, ἣν ἔλεγον ποιεῖν ἀπεψίαν, Διογένης δὲ ἑτέραν, ἣν ἔλεγε ποιεῖν λιμόν. ἀλλ’ ἐπὶ τῇ προτέρᾳ φάρμακον αἰτεῖν παρὰ τῶν ἰατρῶν οὐκ ἄδοξον, ἀλλὰ τῇ ἑτέρᾳ. ὥστε
5διὰ τοῦτο καταφρονεῖτε τῶν τοιαῦτα αἰσχρὰ λεγόντων καὶ ἄδοξα, καὶ αἰτεῖτε κατ’ ἴσον τὴν μᾶζαν τοῖς κατα‐ ποτίοις· οὐ γὰρ αἰσχρὸν τὸ αἰτεῖν, ἀλλὰ τὸ μὴ παρέ‐ χειν ἑαυτὸν ἄξιον τοῦ διδομένου. ** ἔστι δὲ τὸ δι’ ἀπεψίαν ἢ λιμὸν ἐπὶ ῥᾴστων· ** ἣ μὲν γὰρ γίνεται διὰ
10γαστριμαργίαν παρὰ κακίας, ἣ δὲ δι’ ἔνδειαν παρ’ ἀπορίας.

18

.

1

(t)

Τοῖς νεανίσκοις.
1 Ἐθίζεσθε ψυχρῷ λούεσθαι καὶ πίνειν ὕδωρ καὶ ἐσθίειν μὴ ἀνιδρωτὶ καὶ ἀμπέχεσθαι τρίβωνα καὶ κα‐ τατρίβεσθαι ἐπὶ γῆς, καὶ οὐδέποτε ὑμῖν κλεισθήσεται τὰ βαλανεῖα, αἱ δ’ ἄμπελοι καὶ τὰ πρόβατα ἀφορήσει
5καὶ τὰ ὀψοπώλια καὶ κλινοπώλια πενητεύσει ὥσπερ τοῖς μεμαθηκόσι θερμῷ μὲν λούεσθαι, πίνειν δ’ οἶνον καὶ ἐσθίειν μὴ πονήσαντας καὶ ἀμπέχεσθαι ἁλουργῆ καὶ ἀναπαύεσθαι ἐπὶ κλίνης.

19

.

1

(t)

Πατροκλεῖ.
1 Μὴ λέγε τὸν Ὀδυσσέα πατέρα τῆς κυνικῆς τὸν πάντων μαλακώτατον ἑταίρων καὶ τὴν ἡδονὴν ὑπὲρ πάντα πρεσβεύοντα, ὅτι ποτὲ τὰ τοῦ κυνὸς ἐνεδύσατο· οὐ γὰρ ἡ στολὴ ποιεῖ κύνα, ἀλλ’ ὁ κύων στολήν, ὅπερ
5οὐκ ἦν Ὀδυσσεύς, ἡττώμενος μὲν ἀεὶ ὕπνου, ἡττώ‐ μενος δὲ ἐδωδῆς, ἐπαινῶν δὲ τὸν ἡδὺν βίον, πράττων
δὲ οὐδὲν οὐδέποτε ἄνευ θεοῦ καὶ τύχης, αἰτῶν δὲ πάντας καὶ τοὺς ταπεινούς, λαμβάνων δ’ ὁπός’ ἄν τις χαρίσαιτο. λέγε δὲ Διογένη τὸν μὴ ἅπαξ κυνι‐211
10κὴν στολὴν ἐνδυσάμενον, ἀλλὰ τὸν ὅλον βίον κρείττω καὶ πόνου καὶ ἡδονῆς, τὸν ἀπαιτοῦντα καὶ οὐκ ἐκ τοῦ ταπεινοῦ, τὸν τἀναγκαῖα πάντα προϊέμενον, τὸν ἐφ’ ἑαυτῷ θαρροῦντα, τὸν μηδέποτε εὐχόμενον ἐλεεινὸν ἐς τιμὰς ἐλθεῖν, ἀλλὰ σεμνὸν καὶ τῷ λόγῳ πιστεύοντα
15καὶ οὐ δόλῳ οὐδὲ τόξῳ, τὸν οὐκ ἐπὶ τῷ ἀποθανεῖν καρτερικόν, ἀλλ’ ἐπὶ τῷ τὴν ἀρετὴν ἀσκῆσαι ἀνδρεῖον· καὶ ἐξέσται σοι μὴ τὸν Ὀδυσσέα ζηλοῦν, ἀλλὰ τὸν Διογένη, τὸν πολλοὺς καὶ ὅτε ἔζη ἐξελόμενον ἐκ κακίας εἰς ἀρετὴν καὶ ὅτε τέθνηκε δι’ ὧν κατέλιπεν ἡμῖν
20λόγων.

20

.

1

(t)

Μητροκλεῖ.
1 Χωρισθέντος σοῦ παρ’ ἡμῶν ἐπ’ οἴκου κατέβην εἰς τὴν τῶν νέων παλαίστραν καὶ ἀλειψάμενος ἔτρεχον. καί με οἱ νέοι κατιδόντες ἐγέλων, ἐγὼ δὲ ἵνα μὴ θᾶττον καταπαύσωμαι τῶν γυμνασίων, ἐπεκελευόμην ἐμαυτῷ
5λέγων «Κράτης, πονεῖς ὑπὲρ ὀφθαλμῶν, ὑπὲρ κεφαλῆς, ὑπὲρ ὤτων, ὑπὲρ ποδῶν.» οἳ δέ μου ταῦτα ἐπήκου‐ σαν, καὶ οὐκέτι ἐπεγέλων, ἀλλ’ ἐγχειρήσαντες καὶ αὐτοὶ τρέχειν ἤρξαντο, καὶ ἐξ ἐκείνου οὐκέτι μόνον ἠλείφοντο, ἀλλὰ καὶ ἐγυμνάζοντο, καὶ διὰ ταῦτα οὐκ ἐπινόσως
10διῆγον, ὥσπερ πάλαι, ἐμοί τε χάριν ἐγίνωσκον ὡς αἰτίῳ τῆς ὑγιείας, καὶ οὐκ ἀπελείποντο, ἀλλ’ εἵποντο ὅπου ἂν βαδίζοιμι, ἐπακροώμενοι καὶ μιμούμενοι ἃ λέγοιμι καὶ πράττοιμι. ταῦτα ἐπέσταλκά σοι, ἵνα καὶ σὺ μὴ καθ’ ἑαυτὸν τρέχῃς, κεῖθι δὲ ἔνθα οἱ
15νέοι διατρίβουσιν, ὧν ἐχρῆν τι ἡμᾶς προμηθεῖσθαι, ἐπεὶ διδάσκει καρτερίαν τάχιον τὸ ἔργον τοῦ λόγου, ὅπερ ἐν μόνῃ τῇ Διογένους ἐστὶ φιλοσοφίᾳ.

21

.

1

(t)

Μητροκλεῖ τῷ κυνί.
1 Ἕως ἂν φοβῇ τὸν κύνα, τοῦτο προσαγορεύω· φαίνει δὲ φοβούμενος ἕως τούτου. καὶ αὐτὸς δ’ ἐπιστέλλων ἡμῖν κύνα ἐπέγραψας. καὶ τἄλλα δὲ ὧδε ποιεῖν μαθήσῃ, μὴ φοβεῖσθαι ἐθιζόμενος, μὴ μόνον λογικεύεσθαι· μακρὰ
5γὰρ ἡ διὰ τῶν λόγων ὁδὸς ἐπ’ εὐδαιμονίαν, ἡ δὲ διὰ τῶν καθ’ ἡμέραν ἔργων μελέτη σύντομος. ἀλλ’ οἱ πολλοὶ ἐπὶ τὸ αὐτὸ τοῖς κυσὶν ἱέμενοι ἐπειδὰν ἐπιβλέψωσι τὸ χαλεπὸν αὐτῆς, φεύγουσι τοὺς ἐπιφωνοῦντας. ἀλλὰ διὰ μὲν ταύτην τὴν ὁδὸν τὸν κύνα οὐ γενέσθαι δεῖ,
10ἀλλὰ γεννηθῆναι· φύσει γὰρ ἡ μελέτη μᾶλλον ἀνυ‐ σιμωτέρα ἢ ἡ ὁδὸς αὕτη.

22

.

1

(t)

Μητροκλεῖ.
1 Μὴ πάντας αἴτει, ἀλλὰ τοὺς ἀξίους, μηδὲ παρὰ πάντων τὸ ἴσον λάμβανε, ἀλλὰ τριώβολον μὲν παρὰ τῶν σωφρόνων, μνᾶν δὲ παρὰ τῶν ἀσώτων· οὐ γὰρ παρ’ αὐτῶν ἔστι πάλιν λαβεῖν, ὡς παρὰ τῶν σω‐
5φρόνων, ὧδε δαπανώντων.212

23

.

1

(t)

Γανυμήδει.
1 Ἕως ἂν φοβῇ τὸν τρίβωνα καὶ τὴν πήραν καὶ τὴν βακτηρίαν καὶ τὴν κόμην, φιλῇς δὲ τὰ ἁλουργῆ καὶ τὴν τρυφήν, οὐ παύσει τοὺς ἐραστὰς ἐπισυρόμενος, ὥσπερ ἡ Πηνελόπη τοὺς μνηστῆρας. ὥστ’ εἰ μή
5σοι ὄχλος οἱ τοιοῦτοι τῶν ἀνθρώπων, χρῶ ᾧ προῄ‐ ρησαι βίῳ· εἰ δ’ ἔστιν, ὡς πείθομαι, καὶ οὐ μικρός, τοὺς μὲν ἄλλους βοηθοὺς χαίρειν ἔα δι’ ὧν πολλάκις ἐπειράθης αὐτοὺς ἀπελάσαι σαυτοῦ καὶ οὐκ ἴσχυσας, ἔνδυσαι δὲ τὰ Διογένεια ὅπλα, οἷς κἀκεῖνος ἀπήλασε
10τοὺς ἐπιβουλεύοντας, καὶ πείθου μηδένα ἔτι πελάσειν σοι τῶν ἐραστῶν· δεινὰ γὰρ ταῦτα καταγωνίσασθαι τοὺς τοιούτους ἐχθροὺς καὶ ἀποκρύψαι τὸν μὴ ἐθέλοντα τούτοις ἐκ τοῦ ἐμφανοῦς μάχεσθαι, ὥσπερ ἄιδος κυνῆ τὸν περικείμενον αὐτήν.

24

.

1

(t)

Θεσσαλοῖς.
1 Οὐ γεγόνασιν οἱ ἄνθρωποι τῶν ἵππων χάριν, ἀλλ’ οἱ ἵπποι τῶν ἀνθρώπων, ὥστε πειρᾶσθε ὑμῶν ἢ τῶν ἵππων ἐπιμελεῖσθαι. ἐπεὶ εὖ ἴστε ὅτι ἕξετε ἵππους πολλοῦ ἀξίους, αὐτοὶ ὀλίγου ἄξιοι ὄντες.

25

.

1

(t)

Ἀθηναίοις.
1 Πυνθάνομαι ὑμᾶς ἀπορεῖν χρημάτων. τοὺς ἵππους οὖν ἀπόδοσθε καὶ εὐπορήσετε. ὅταν δὲ χρεία ᾖ ἵππων, τοὺς ὄνους χειροτονήσατε ἵππους εἶναι· τοῦτο γὰρ συν‐ ήθες ὑμῖν ἐν παντί, μὴ τοὺς ἐπιτηδείους πρὸς τὰς
5χρείας ἀλλὰ τοὺς κεχειροτονημένους ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἐν τοῖς μείζοσι τὸ μὴ ὄν, ὅμως τὴν χρείαν οὐ διαφθείρει, μηδ’ ἐν τοῖς ἐλάττοσι προσδοκᾶτε. ὥστε διὰ τοῦτο πείσθητέ μοι, καὶ τοὺς ἵππους, ἐπειδὰν ἀρ‐ γυρίων δέησθε καὶ πόρος ἄλλοθεν μὴ ᾖ, ἀπόδοσθε,
10τοὺς δὲ ὄνους, ὅταν χρεία ᾖ, χειροτονήσατε ἵππους εἶναι.

26

.

1

(t)

Τοῖς αὐτοῖς.
1 Μὴ θαυμάζετε, εἰ Διογένης, πάντα τοῦ σπουδαίου εἶναι λέγων, προσιὼν οὐκ ᾔτει ὑμᾶς, ἀλλ’ ἀπῄτει. οὐ γὰρ ὅτι πάντα τοῦ θεοῦ ἐστὶ θαυμάζετε, ἀλλ’ ὁμο‐ λογεῖτε, κἄν τις ὑμᾶς κατ’ ὄναρ ἐμπελάσας θῦσαι προσ‐
5τάττῃ, αὐτῷ θύετε, καὶ οὐ λέγετε μεταιτεῖν τὸν Ἥλιον ὑμᾶς, ἀλλὰ τὰ αὑτοῦ ἀπαιτεῖν. ἔπειτα τοῦ θεοῦ λέγοντες πάντα οὐκ ἀσχάλλετε, ὅταν τι ἀπαι‐ τῆσθε ὑπ’ αὐτοῦ. τὸ αὐτό ἐστι καὶ ἐπὶ τοῦ σπουδαίου. πάντα λέγετε τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων
10καὶ φίλον τῷ θεῷ μόνον τὸν σπουδαῖον, ἀλλ’ ὅταν ἀπαιτήσῃ παρά τινος ὑμῶν τὸν ὀβολόν, ὡς τὰ αὑτῶν μεθιέμενοι συμφοράζετε.

27

.

1

(t)

Τοῖς αὐτοῖς.
1 Διογένης ὁ κύων ἔλεγε πάντα τοῦ θεοῦ καὶ κοινὰ τὰ τῶν φίλων, ὥστε πάντα εἶναι τοῦ σπουδαίου, καὶ τὸν τούτων τι τῶν λημμάτων ἐκ τοῦ λόγου ἀθετοῦντα ὅρκια συγχεῖν οὐ τὰ Ἀχαιῶν καὶ Τρώων, ἀλλὰ τὰ τοῦ213
5βίου, ὥστε πειθόμενοι τῷ λόγῳ μὴ χαλεπαίνετε, ὅταν αἰτῆσθε παρὰ τῶν σπουδαίων τὸ τριώβολον· οὐ γὰρ τὰ αὑτῶν, ἀλλὰ τὰ ἐκείνων ἀποδίδοτε.

28

.

1

(t)

Ἱππαρχίᾳ.
1 Αἱ γυναῖκες ἀνδρῶν οὐκ ἔφυσαν χείρους. Ἀμαζόνες γοῦν αἱ τοσαῦτα ἔργα ἀσκήσασαι ἐν οὐδενὶ ἀνδρῶν ἐμειονέκτησαν. ὥστε εἰ μέμνησαι τούτων, μὴ ἀπολιποῦ τούτων· οὐ γὰρ ἂν πείσειας ἡμᾶς, ὡς παρ’ ἑαυτῇ θρύπτει.
5αἰσχρὸν δὲ ὡς ἐπὶ τούτῳ συγκυνίζειν καὶ ἐν πύλαις εὐδοκιμήσασαν τῷ γαμέτῃ καὶ τῷ πλούτῳ νῦν μετα‐ νοεῖν καὶ ἐκ μέσης τῆς ὁδοῦ ἀναστρέφειν.

29

.

1

(t)

Τῇ αὐτῇ.
1 Οὐκ ἀπὸ τοῦ ἀδιαφορεῖν περὶ πάντα κυνικὴν τὴν φι‐ λοσοφίαν ἡμῶν ἐκάλεσαν ἀλλ’ ἀπὸ τοῦ σφοδρῶς ὑπο‐ μένειν τὰ ἄλλοις διὰ μαλακίαν ἢ δόξαν ἀνυπομόνητα, ὥστε διὰ τοῦτο καὶ οὐ διὰ τὰ πρῶτα κεκλήκασι κύνας
5ἡμᾶς. μένε οὖν καὶ συγκύνιζε (οὐ γὰρ ἔφυς χείρων ἡμῶν· οὐδὲ γὰρ αἱ κύνες τῶν κυνῶν), ἵνα σοι γένηται καὶ ἀπὸ τῆς φύσεως ἐλευθερωθῆναι, ὥστε ἀπὸ τοῦ νόμου ἢ διὰ κακίαν πάντες δουλεύουσιν.

30

.

1

(t)

Τῇ αὐτῇ.
1 Ἔπεμψά σοι τὴν ἐξωμίδα, ἣν ὑφηναμένη μοι ἔπεμψας, ὅτι ἀπαγορεύεται τοῖς καρτερίᾳ χρωμένοις τοιαῦτα ἀμπέχεσθαι, καὶ ἵνα σε τούτου τοῦ ἔργου ἀποπαύσαιμι, εἰς ὃ πολλῇ σπουδῇ ἐξῆλθες, ἵνα τις
5δόξῃς φίλανδρος τοῖς πολλοῖς εἶναι. ἐγὼ δὲ εἰ μὲν διὰ ταῦτά σε ἠγόμην, εὖ γε ποιεῖς καὶ αὐτὴ διὰ τούτων ἐπιδεικνυμένη μοι· εἰ δὲ διὰ φιλοσοφίαν, ἧς καὶ αὐτὴ ὠρέχθης, τὰ τοιαῦτα σπουδάσματα ἔα χαίρειν, πειρῶ δὲ εἰς τὰ κρείττω τῶν ἀνθρώπων τὸν βίον ὠφελεῖν.
10ταῦτα γὰρ ἔμαθες καὶ παρ’ ἐμοὶ καὶ παρὰ Διογένει.

31

.

1

(t)

Τῇ αὐτῇ.
1 Λόγος ψυχῆς ἡγεμὼν καλὸν ἔργον καὶ μέγιστον ἀγα‐ θὸν ἀνθρώποις. ζήτει οὖν, ὅτῳ τρόπῳ κτήσῃ τοῦτον· ἀνθέξῃ γὰρ εὐδαίμονος βίου καὶ κτήματος. ζήτει δὲ ἄνδρας σοφούς, κἂν δέῃ ἐπ’ ἔσχατα γῆς ἀφικνεῖσθαι.

32

.

1

(t)

Τῇ αὐτῇ.
1 Ἧκόν τινες παρὰ σοῦ κομίζοντες ἐξωμίδα καινήν, ἣν ἔφασκον ποιῆσαί σε, ἵνα ἔχοιμι ἐς τὰ χειμάδια. ἐγὼ δὲ ὅτι μέν σοι μέλω, ἀπεδεξάμην σε, ὅτι δὲ ἔτι ἰδιωτεύεις καὶ οὐ φιλοσοφεῖς, εἰς ὅ σε προυτρεψάμην,
5μέμφομαι. ἔτι οὖν καὶ νῦν ἐπάνηκε, εἴ σοι ὄντως μέλει καὶ οὐ καλλωπίζῃ ἐπὶ τούτῳ, καὶ σπούδαζε δι’ ἃ ἐπεθύμησας ἡμῖν συνελθεῖν πρὸς γάμον ταῦτα πράτ‐ τειν, ταλασίας δὲ τὰς μικρὰς ὠφελείας ἔα ποιεῖν ταῖς ἄλλαις γυναιξίν, αἳ μηδενὸς τῶν αὐτῶν σοι ὠρέχθησαν.214

33

.

1

(t)

Τῇ αὐτῇ.
1 Ἐπυθόμην σε ἀποτεκεῖν καὶ εὐμαρῶς· σὺ μὲν γὰρ οὐδὲν ἡμῖν ἐδήλωσας. χάρις δὲ θεῷ καὶ σοί. πέ‐ πεισαι ἄρα ὅτι τὸ πονεῖν αἴτιόν ἐστι τοῦ μὴ πονεῖν· οὐδὲ γὰρ ἂν ὧδέ γ’ εὐμαρῶς ἀπέτεκες, εἰ μὴ κύουσα
5ἐπόνεις ὥσπερ οἱ ἀγωνισταί. ἀλλ’ αἱ πολλαὶ γυναῖ‐ κες, ἐπειδὰν κύωσι, θρύπτονται· ἐπειδὰν δὲ ἀποτέκω‐ σιν, αἷς δ’ ἂν συμβῇ περισωθῆναι, νοσερὰ τὰ βρέφη γεννῶνται. ἀλλ’ ἐπιδείξασα, εἰ ὅπερ ἐχρῆν ἥκειν ἀφῖκται, μελέτω σοι τούτου τοῦ σκυλακίου ἡμῶν·
10μελήσει δέ, ἐὰν ἀσφαλῶς σαυτῇ παραπλησίως ἐπεισ‐ έλθῃς. **.

33

.

2

ἔστω οὖν λουτρὸν μὲν ψυχρόν, σπάρ‐ γανα δὲ τρίβων, τροφὴ δὲ γάλακτος ὅσον γε μὴ ἐς κόρον, βαυκαλήσεις δὲ ἐν ὀστρακίῳ χελώνης· τοῦτο γάρ φασι καὶ πρὸς νοσήματα παιδικὰ διαφέρειν. ἐπει‐
5δὰν δὲ ἐς τὸ λαλεῖν ἢ περιπατεῖν ἔλθῃ, κοσμήσασα αὐτὸ μὴ ξίφει, ὥσπερ ἡ Αἴθρα τὸν Θησέα, ἀλλὰ βακτηρίᾳ καὶ τρίβωνι καὶ πήρᾳ, τοῖς μᾶλλον δυναμέ‐ νοις φυλάττειν ἀνθρώπους ξιφῶν, πέμπε Ἀθήναζε. τὰ δ’ ἄλλα ἡμῖν μελήσει πελαργὸν ἐς τὸ γῆρας ἑαυτῶν
10ἀντὶ κυνὸς θρέψαι.

34

.

1

(t)

Μητροκλεῖ.
1 Ἴσθι με συμφορᾷ κεχρῆσθαι πυθόμενον Διογένη ἐς λῃστρικὰ ἁλῶναι, καὶ εἰ μή τις τῶν αἰχμαλώτων λυτρωθεὶς ἦλθεν Ἀθήναζε, ἔτι ἂν ἦν καὶ νῦν ἐν τοῖς ὁμοίοις. νῦν δ’ ἀφικόμενος οὗτος ἰάσατό με, διηγησά‐
5μενος ὡς «ἤνεγκε τὴν συμφορὰν πράως, ὥστε ποτὲ καὶ εἶπε τοῖς λῃσταῖς ὀλιγωροῦσιν ἡμῶν, «ὦ οὗτοι, τί δήποτε; εἰ μὲν σῦς ἤγετε εἰς ἐμπορίαν, ἐπεμελεῖσθε ἂν αὐτῶν, ἵνα ὑμῖν πλεῖον ἀργύριον πωλούμενοι ἐνέγ‐ κωσιν· ἡμῶν δὲ, οὓς καὶ αὐτοὺς μέλλετε ὥσπερ σῦς
10πιπράσκειν, καταμελεῖτε.

34

.

2

ἢ οὐ δοκεῖτε καὶ ἡμᾶς πλεῖον εὑρίσκειν, ἐὰν παχεῖς ὁρώμεθα, ἔλαττον δὲ ἐὰν λεπτοί; ἐπεὶ ἄνθρωποι οὐκ ἐσθίονται, οὐκ οἴεσθε δεῖν καὶ ἀνθρώπων ἐπιμελεῖσθαι ὧδε; ἀλλ’ ἴστε
5γε ὡς πάντες οἱ ἀγοράζοντες τὰ ἀνδράποδα εἰς ἓν τοῦτο βλέπουσιν, εἰ παχὺ τὸ σῶμα καὶ μέγα. ἐρῶ δὲ ὑμῖν καὶ αἰτίαν, ὅτι καὶ ἄνθρωπον διὰ τὴν τοῦ σώματος χρείαν ἀγοράζουσι καὶ οὐ τῆς ψυχῆς.» ἐξ ἐκείνου οἱ λῃσταὶ οὐκέτι ἠμέλουν ἡμῶν, ἐπὶ τούτῳ δὲ καὶ ἡμεῖς
10αὐτῷ χάριν ἐγινώσκομεν.

34

.

3

ὡς δὲ ἥκομεν ἔς τινα πόλιν, ἵνα ἠδυνάμεθα κέρμα γενέσθαι αὐτοῖς, προή‐ γαγον ἡμᾶς ἐς ἀγοράν, εἶτα ἡμεῖς μὲν ἑστῶτες ἐδα‐ κρύομεν, ὃ δὲ ἄρτου ἐπιλαβόμενος ἤσθιε καὶ ἡμῖν
5προσώρεγεν. ἀπονευόντων δὲ ἡμῶν προσδέξασθαι ἔφη «καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου.»
καὶ τοῦτο μετὰ παιδιᾶς καὶ γέλωτος εἰπών «οὐ παύσεσθε» ἔφη «εἰρωνευόμενοι καὶ κλαίοντες ἐπὶ τῷ μέλλειν δουλεύειν, ὥσπερ πρὶν ἁλῶναι εἰς τοὺς λῃστὰς215
10ἐλεύθεροι ὄντες καὶ οὐ δοῦλοι καὶ τῶν γε φαύλων δεσποτῶν; νυνὶ μὲν γὰρ κληρώσεσθε ἴσως δεσπότας μετρίους, οἳ ἐκκόψουσιν ὑμῶν τὴν τρυφήν, ὑφ’ ἧς διεφθάρητε, ἐμποιήσουσι δὲ καρτερίαν καὶ ἐγκράτειαν, τὰ τιμιώτατα ἀγαθά.»

34

.

4

ταῦτα οὖν διεξιόντος οἱ ὠνηταὶ ἑστῶτες τῶν λόγων ἠκροῶντο καὶ αὐτὸν ἐθαύ‐ μαζον τῆς ἀπαθείας, τινὲς δὲ καὶ ἠρώτων εἴ τι ἐπί‐ σταται. ὃ δὲ ἔλεγεν ἐπίστασθαι ἀνθρώπων ἄρχειν,
5«ὥστε εἴ τις ὑμῶν κυρίου δεῖται, συμφωνείτω προσ‐ ιὼν τοῖς πωληταῖς.» κἀκεῖνοι ἀναγελάσαντες ἐπὶ τούτῳ «καὶ τίς» ἔφασαν «ἐστίν, ὃς ὢν ἐλεύθερος κυ‐ ρίου δεῖται;» «πάντες» εἶπεν «οἱ φαῦλοι καὶ τιμῶν‐ τες μὲν ἡδονήν, ἀτιμάζοντες δὲ πόνον, τὰ μέγιστα
10τῶν κακῶν δελέατα.»

34

.

5

διὰ ταῦτα περιμάχητος ἐγένετο ὁ Διογένης καὶ οὐκέτι ἐπράθη, ἀλλ’ οἱ λῃσταὶ καθελόντες αὐτὸν ἀπὸ τοῦ λίθου ἦγον οἴκαδε παρ’ αὑτούς, ὑπισχνούμενοι, εἰ ἐπιδείξαι τι αὐτοῖς ὧν πω‐
5λούμενος ἔλεγεν εἰδέναι, ἀφήσειν.» διὰ ταῦτα οὔτε αὐτὸς ἐπανελθὼν οἴκαδε τὸ λύτρον ἐπόρισα, οὔτε σοι ἐπέστειλα πορίζειν. ἀλλὰ χαῖρε καὶ σύ, ὅτι ζῇ ἁλοὺς εἰς τὰ λῃστρικὰ καὶ ὅτι ἃ μὴ ὑπὸ πολλῶν ἐπιστεύετο εἶναι ἐφάνη.

35

.

1

(t)

Ἀπερεῖ εὖ πράττειν.
1 Τὸ μὲν σύντομον καὶ ἁρμοστὸν πρὸς πᾶσαν περί‐ στασιν, ὦ τιμιώτατε ἄνερ, ὁ τῶν ἀρχαίων χρησμὸς ἔφησε τὰ ἀναγκαῖα μὴ φεύγειν· τὸν γὰρ φεύγοντα τὰ ἄφυκτα ἀνάγκη δυστυχεῖν, καὶ τὸν ὀρεγόμενον τῶν
5ἀδυνάτων ἀνάγκη αὐτῶν ἀτυχεῖν. ἴσως μὲν οὖν δόξω σοι ἀκαιρότερος εἶναι καὶ σχολαστικώτερος. καὶ τοῦτο μὲν οὐκ ἀπολογοῦμαι· ὅμως δέ, εἰ δοκεῖ, ἐμοῦ μὲν καταγίνωσκε, πρόσεχε δὲ τοῖς ἀρχαίοις. ἐγὼ γὰρ ἀπ’ ἐμαυτοῦ τεκμαίρομαι, ὅτι τότε θλιβόμεθα ἄν‐
10θρωποι, ὅταν ἀπερίστατον βίον ζῆν ἐθέλωμεν.

35

.

2

τοῦτο δέ ἐστι τῶν ἀμηχάνων· ἀνάγκη μὲν γὰρ ζῆν μετὰ σώματος, ἀνάγκη δὲ καὶ μετ’ ἀνθρώπων, αἱ δὲ πλεῖ‐ ται περιστάσεις γίνονται ἔκ τε τῆς ἀνοίας τῶν συμ‐ βιούντων καὶ πάλιν ἐκ τοῦ σώματος. ἐὰν μὲν οὖν ἐπι‐
5στήμων τις ἐν τούτοις ἀναστρέφηται, οὗτός ἐστιν ἄλυπος καὶ ἀτάραχος, ὁ μακάριος ἀνήρ· ἐὰν δὲ καὶ ταῦτα ἀγνοῇ, οὐ μήποτε παύσηται αἰωρούμενος κεναῖς ἐλπίσι καὶ ἐπιθυμίαις συνεχόμενος. σὺ οὖν, εἰ μὲν ἀρέσκῃ τῷ τῶν πολλῶν βίῳ, ἐκείνοις συμβούλοις χρῶ, καὶ γάρ
10εἰσι τετριμμένοι μᾶλλον ἐν τούτοις· εἰ δέ σε ὁ Σωκρά‐ τους καὶ Διογένους ἀρέσκει βίος, τὰ τῶν τραγῳδῶν ἄλλοις παρεὶς σαυτὸν ἐπάνηκε ἐπὶ τὸν ἐκείνων ζῆλον.

36

.

1

(t)

Δεινομάχῳ.
1Οὐ μόνον τῶν αἰτούντων Διογένης ἀπεφήνατο ἀρ‐
γυρικὸν τὸ πτωχικὸν τὸ κυνικόν, ἀλλὰ καὶ τῶν διδόν‐ των τὸ ἐλεητικὸν τὸ σπουδαῖον. ὥστε τοῦτο εἰδὼς μὴ πάντας προσιὼν αἴτει, οὐ γὰρ λήψῃ, μόνον δὲ216
5τὸν σπουδαῖον. τοῦτον γὰρ καὶ λέγομεν εὐδαίμονα
ἀκούειν, τῶν δ’ ἄλλων οὐδένα.217